Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.344 Joseph. AJ 5.348 (English) >>Joseph. AJ 5.353

5.346

Παραγενομένη δʼ εὔελπις πρὸς τὸν ἄνδρα τροφὴν χαίρουσα προσηνέγκατο, καὶ ἀναστρεψάντων εἰς τὴν πατρίδα κύειν ἤρξατο καὶ γίνεται παιδίον αὐτοῖς, ὃν Σαμουῆλον προσαγορεύουσι· θεαίτητον ἄν τις εἴποι. παρῆσαν οὖν ὑπὲρ τῆς τοῦ παιδὸς θύσοντες γενέσεως δεκάτας τʼ ἔφερον. 5.347ἀναμνησθεῖσα δʼ γυνὴ τῆς εὐχῆς τῆς ἐπὶ τῷ παιδὶ γεγενημένης παρεδίδου τῷ Ἠλὶ ἀνατιθεῖσα τῷ θεῷ προφήτην γενησόμενον· κόμη τε οὖν αὐτῷ ἀνεῖτο καὶ ποτὸν ἦν ὕδωρ. καὶ Σαμουῆλος μὲν ἐν τῷ ἱερῷ διῆγε τρεφόμενος, Ἀλκάνῃ δʼ ἐκ τῆς Ἄννας υἱεῖς τε γίνονται καὶ τρεῖς θυγατέρες. 5.348

Σαμουῆλος δὲ πεπληρωκὼς ἔτος ἤδη δωδέκατον προεφήτευε. καί ποτε κοιμώμενον ὀνομαστὶ ἐκάλεσεν θεός· δὲ νομίσας ὑπὸ τοῦ ἀρχιερέως πεφωνῆσθαι παραγίνεται πρὸς αὐτόν. οὐ φαμένου δὲ καλέσαι τοῦ ἀρχιερέως θεὸς εἰς τρὶς τοῦτο ποιεῖ. 5.349καὶ Ἠλὶς διαυγασθείς φησι πρὸς αὐτόν, “ἀλλʼ ἐγὼ μὲν, Σαμουῆλε, σιγὴν ὡς καὶ τὸ πρὶν ἦγον, θεὸς δʼ ἐστὶν καλῶν, σήμαινέ τε πρὸς αὐτόν, ὅτι παρατυγχάνω.” καὶ τοῦ θεοῦ φθεγξαμένου πάλιν ἀκούσας ἠξίου λαλεῖν ἐπὶ τοῖς χρωμένοις· οὐ γὰρ ὑστερήσειν αὐτὸν ἐφʼ οἷς ἂν θελήσῃ διακονίας. 5.350καὶ θεόςἐπεί, φησί, παρατυγχάνεις, μάνθανε συμφορὰν Ἰσραηλίταις ἐσομένην λόγου μείζονα καὶ πίστεως τοῖς παρατυγχάνουσι, καὶ τοὺς Ἠλὶ δὲ παῖδας ἡμέρᾳ μιᾷ τεθνηξομένους καὶ τὴν ἱερωσύνην μετελευσομένην εἰς τὴν Ἐλεαζάρου οἰκίαν· Ἠλὶς γὰρ τῆς ἐμῆς θεραπείας μᾶλλον τοὺς υἱοὺς καὶ παρὰ



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.344 Joseph. AJ 5.348 (English) >>Joseph. AJ 5.353

Powered by PhiloLogic